Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.119.3 | Hdt. 2.120.4 (English) | >>Hdt. 2.121α.1 |
2.120.3 εἰ δέ τοι καὶ ἐν τοῖσι πρώτοισι χρόνοισι ταῦτα ἐγίνωσκον , ἐπεὶ πολλοὶ μὲν τῶν ἄλλων Τρώων , ὁκότε συμμίσγοιεν τοῖσι Ἕλλησι , ἀπώλλυντο , αὐτοῦ δὲ Πριάμου οὐκ ἔστι ὅτε οὐ δύο ἢ τρεῖς ἢ καὶ ἔτι πλέους τῶν παίδων μάχης γινομένης ἀπέθνῃσκον , εἰ χρή τι τοῖσι ἐποποιοῖσι χρεώμενον λέγειν , τούτων δὲ τοιούτων συμβαινόντων ἐγὼ μὲν ἔλπομαι , εἰ καὶ αὐτὸς Πρίαμος συνοίκεε Ἑλένῃ , ἀποδοῦναι ἂν αὐτὴν τοῖσι Ἀχαιοῖσι , μέλλοντά γε δὴ τῶν παρεόντων κακῶν ἀπαλλαγήσεσθαι .
2.120.4 οὐ μὲν οὐδὲ ἡ βασιληίη ἐς Ἀλέξανδρον περιήιε , ὥστε γέροντος Πριάμου ἐόντος ἐπʼ ἐκείνῳ τὰ πρήγματα εἶναι , ἀλλὰ Ἕκτωρ καὶ πρεσβύτερος καὶ ἀνὴρ ἐκείνου μᾶλλον ἐὼν ἔμελλε αὐτὴν Πριάμου ἀποθανόντος παραλάμψεσθαι , τὸν οὐ προσῆκε ἀδικέοντι τῷ ἀδελφεῷ ἐπιτρέπειν , καὶ ταῦτα μεγάλων κακῶν διʼ αὐτὸν συμβαινόντων ἰδίῃ τε αὐτῷ καὶ τοῖσι ἄλλοισι πᾶσι Τρωσί .
2.120.5 ἀλλʼ οὐ γὰρ εἶχον Ἑλένην ἀποδοῦναι , οὐδὲ λέγουσι αὐτοῖσι τὴν ἀληθείην ἐπίστευον οἱ Ἕλληνες , ὡς μὲν ἐγὼ γνώμην ἀποφαίνομαι , τοῦ δαιμονίου παρασκευάζοντος , ὅκως πανωλεθρίῃ ἀπολόμενοι καταφανὲς τοῦτο τοῖσι ἀνθρώποισι ποιήσωσι , ὡς τῶν μεγάλων ἀδικημάτων μεγάλαι εἰσὶ καὶ αἱ τιμωρίαι παρὰ τῶν θεῶν . καὶ ταῦτα μὲν τῇ ἐμοὶ δοκέει εἴρηται .
ch. 121
2.121.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.119.3 | Hdt. 2.120.4 (English) | >>Hdt. 2.121α.1 |